Flavius Josephus, Jewish War (XML Header) [genre: prose] [word count] [lemma count] [Joseph. BJ].
<<Joseph. BJ 6.117 Joseph. BJ 6.123 (English) >>Joseph. BJ 6.129

6.121τούτοις μᾶλλον ἀντεφιλονείκουν, καὶ πολλὰ βλάσφημα τοῖς αὐτομόλοις ἀντικεκραγότες ἐπὶ τῶν ἱερῶν πυλῶν τούς τε ὀξυβελεῖς καὶ καταπέλτας καὶ λιθοβόλους μηχανὰς διέστησαν, ὡς τὸ κύκλῳ μὲν ἱερὸν ὑπὸ πλήθους νεκρῶν προσεοικέναι πολυανδρίῳ, τὸν δὲ ναὸν αὐτὸν φρουρίῳ. 6.122τοῖς δὲ ἁγίοις καὶ ἀβάτοις μετὰ τῶν ὅπλων εἰσεπήδων θερμὰς ἔτι τὰς χεῖρας ἐξ ὁμοφύλων ἔχοντες φόνων, καὶ προύκοψαν εἰς τοσοῦτον παρανομίας, ὥσθʼ ἣν ἂν εἰκὸς ἀγανάκτησιν γενέσθαι Ἰουδαίων, εἰ Ῥωμαῖοι ταῦτʼ ἐξύβριζον εἰς αὐτούς, ταύτην εἶναι παρὰ Ῥωμαίων τότε πρὸς Ἰουδαίους ἀσεβοῦντας εἰς τὰ ἴδια. 6.123τῶν μέν γε στρατιωτῶν οὐκ ἔστιν ὅστις οὐ μετὰ φρίκης εἰς τὸν ναὸν ἀφεώρα καὶ προσεκύνει τούς τε λῃστὰς ηὔχετο πρὶν ἀνηκέστου πάθους μετανοῆσαι. 6.124

Τίτος δὲ ὑπερπαθήσας πάλιν ἐξωνείδιζε τοὺς περὶ τὸν

-- --

Ἰωάννην, λέγωνἆρʼ οὐχ ὑμεῖς, μιαρώτατοι, τὸν δρύφακτον τοῦτον προεβάλεσθε τῶν ἁγίων; 6.125οὐχ ὑμεῖς δὲ τὰς ἐν αὐτῷ στήλας διεστήσατε, γράμμασιν Ἑλληνικοῖς καὶ ἡμετέροις κεχαραγμένας, μηδένα τὸ γείσιον ὑπερβαίνειν παραγγέλλειν; 6.126οὐχ ἡμεῖς δὲ τοὺς ὑπερβάντας ὑμῖν ἀναιρεῖν ἐπετρέψαμεν, κἂν Ῥωμαῖός τις ; τί οὖν νῦν, ἀλιτήριοι, καὶ νεκροὺς ἐν αὐτῷ καταπατεῖτε; τί δὲ τὸν ναὸν αἵματι ξένῳ καὶ ἐγχωρίῳ φύρετε;



Flavius Josephus, Jewish War (XML Header) [genre: prose] [word count] [lemma count] [Joseph. BJ].
<<Joseph. BJ 6.117 Joseph. BJ 6.123 (English) >>Joseph. BJ 6.129

Powered by PhiloLogic